1.46 ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος · Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους . διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων τι φρονέοιεν , ὡς εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη , ἐπείρηται σφέα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι .
1.47 ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων , ἀπ’ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων , ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι , ἐπειρωτῶντας τι ποιέων τυγχάνοι Λυδῶν βασιλεὺς Κροῖσος Ἀλυάττεω · ἅσσα δ’ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ , συγγραψαμένους ἀναφέρειν παρ’ ἑωυτόν . τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε , οὐ λέγεται πρὸς οὐδαμῶν · ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον , Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε . ʹ οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης , | καὶ κωφοῦ συνίημι , καὶ οὐ φωνεῦντος ἀκούω . | ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης | ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν , | χαλκὸς μὲν ὑπέστρωται , χαλκὸν δ’ ἐπιέσται . ʹ