1.45 Κροῖσος δὲ τούτων ἀκούσας τόν τε Ἄδρηστον κατοικτείρει , καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ καὶ λέγει πρὸς αὐτόν ʹ ἔχω ξεῖνε παρὰ σεῦ πᾶσαν τὴν δίκην , ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον . εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος , εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο , ἀλλὰ θεῶν κού τις , ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι . ʹ Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἑωυτοῦ παῖδα · Ἄδρηστος δὲ Γορδίεω τοῦ Μίδεω , οὗτος δὴ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος φονεὺς δὲ τοῦ καθήραντος , ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα , συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος , ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν .
1.46 Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος . μετὰ δὲ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε , ἐνέβησε δὲ ἐς φροντίδα , εἴ κως δύναιτο , πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας , καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν . μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντείων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ , διαπέμψας ἄλλους ἄλλῃ , τοὺς μὲν ἐς Δελφοὺς ἰέναι , τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων , τοὺς δὲ ἐς Δωδώνην · οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον , οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας .