1.43 ἔνθα δὴ ξεῖνος , οὗτος δὴ καθαρθεὶς τὸν φόνον , καλεόμενος δὲ Ἄδρηστος , ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει , τυγχάνει δὲ τοῦ Κροίσου παιδός . μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην , ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός , ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τὴν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ .
1.44 δὲ Κροῖσος τῳ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος μᾶλλον τι ἐδεινολογέετο ὅτι μιν ἀπέκτεινε τὸν αὐτὸς φόνου ἐκάθηρε · περιημεκτέων δὲ τῇ συμφορῇ δεινῶς ἐκάλεε μὲν Δία καθάρσιον μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνου πεπονθὼς εἴη ἐκάλεε δὲ ἐπίστιόν τε καὶ ἑταιρήιον , τὸν αὐτὸν τοῦτον ὀνομάζων θεόν , τὸν μὲν ἐπίστιον καλέων , διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον φονέα τοῦ παιδὸς ἐλάνθανε βόσκων , τὸν δὲ ἑταιρήιον , ὡς φύλακα συμπέμψας αὐτὸν εὑρήκοι πολεμιώτατον .
1.45 παρῆσαν δὲ μετὰ τοῦτο οἱ Λυδοὶ φέροντες τὸν νεκρόν , ὄπισθε δὲ εἵπετό οἱ φονεύς . στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑωυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας , ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ , λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορήν , καὶ ὡς ἐπ’ ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη , οὐδέ οἱ εἴη βιώσιμον .