1.40 ἀμείβεται Κροῖσος ʹ παῖ , ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου . ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω , μετίημί τε σὲ ἰέναι ἐπὶ τὴν ἄγρην . ʹ
1.41 εἴπας δὲ ταῦτα Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον , ἀπικομένῳ δέ οἱ λέγει τάδε . ʹ Ἄδρηστε , ἐγώ σε συμφορῇ , πεπληγμένον ἀχάρι , τήν τοι οὐκ ὀνειδίζω , ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω , παρέχων πᾶσαν δαπάνην . νῦν ὤν ʹὀφείλεις γὰρ ἐμοῦ προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαἰ φύλακα παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου , μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν . πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι χρεόν πατρώιόν τε γάρ τοι ἐστὶ καὶ προσέτι ῥώμη ὑπάρχει . ʹ
1.42 ἀμείβεται Ἄδρηστος ʹ βασιλεῦ , ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε · οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι , οὔτε τὸ βούλεσθαι πάρα , πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν . νῦν δέ , ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοί χαρίζεσθαι , ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσἰ , ποιέειν εἰμὶ ἕτοιμος ταῦτα , παῖδα τε σόν , τὸν διακελεύεαι φυλάσσειν , ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν . ʹ
1.43 τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον , ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί . ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον , εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον .