1.37 κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι , κοῖος δέ τις τῇ νεογάμῳ γυναικί ; κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν ; ἐμὲ ὦν σὺ μέτες ἰέναι ἐπὶ τὴν θήρην , λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα . ʹ
1.38 ἀμείβεται Κροῖσος τοῖσιδε . ʹ παῖ , οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών , τοι ποιέω ταῦτα , ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι · ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι . πρὸς ὧν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω , φυλακὴν ἔχων , εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι . εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς · τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι . ʹ
1.39 ἀμείβεται νεηνίης τοῖσιδε . ʹ συγγνώμη μὲν πάτερ τοι , ἰδόντι γε ὄψιν τοιαύτην , περὶ ἐμὲ φυλακὴν ἔχειν · τὸ δὲ οὐ μανθάνεις ἀλλὰ λέληθέ σε τὸ ὄνειρον , ἐμέ τοί δίκαιον ἐστί φράζειν . φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν . ὑὸς δὲ κοῖαι μὲν εἰσὶ χεῖρες , κοίη δὲ αἰχμὴ σιδηρέη τὴν σὺ φοβέαι ; εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με , ἄλλου τευ τι τούτῳ ἔοικε , χρῆν δή σε ποιέειν τὰ ποιέεις · νῦν δὲ ὑπὸ αἰχμῆς . ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται μάχη , μέτες με . ʹ