1.36 τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε . ʹ βασιλεῦ , ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ , ὃς τὰ ἔργα διαφθείρει . τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα . νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν , ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης . ʹ οἳ μὲν δὴ τούτων ἐδέοντο , Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε . ʹ παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι · οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι · νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει . Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω , καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης . ʹ
1.37 ταῦτα ἀμείψατο · ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν , ἐπεσέρχεται τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί . οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν , λέγει πρὸς αὐτὸν νεηνίης τάδε . ʹ πάτερ , τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν · νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις , οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι ;