1.35 ἔχοντι δέ οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον , ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος καὶ οὐ καθαρὸς χεῖρας , ἐὼν Φρὺξ μὲν γενεῇ , γένεος δὲ τοῦ βασιληίου . παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι , Κροῖσος δέ μιν ἐκάθηρε . ἔστι δὲ παραπλησίη κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι . ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε Κροῖσος , ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη , λέγων τάδε · ʹ ὤνθρωπε , τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο ; τίνα τε ἀνδρῶν γυναικῶν ἐφόνευσας ; ʹ δὲ ἀμείβετο ʹ βασιλεῦ , Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς , ὀνομάζομαι δὲ Ἄδρηστος , φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων . ʹ Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε · ʹ ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους , ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου , συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον . ʹ
1.36 μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου . ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα · ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε . πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν , ἔπασχον δὲ πρὸς αὐτοῦ .