1.32 ὃς δ’ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον , οὗτος παρ’ ἐμοὶ τὸ οὔνομα τοῦτο βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι . σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν , κῇ ἀποβήσεται · πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον θεὸς προρρίζους ἀνέτρεψε . ʹ
1.33 ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο , οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται , κάρτα δόξας ἀμαθέα εἶναι , ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε .
1.34 μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον , ὡς εἰκάσαι , ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον . αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος , ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα . ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες , τῶν οὕτερος μὲν διέφθαρτο , ἦν γὰρ δὴ κωφός , δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος · οὔνομα δέ οἱ ἦν Ἄτυς . τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὄνειρος , ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα . δ’ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε , καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα , ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε · ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι , ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε , μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ .