1.32 ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων · ἐκεῖνο δὲ τὸ εἴρεό με , οὔκω σε ἐγὼ λέγω , πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι . οὐ γάρ τι μέγα πλούσιος μᾶλλον τοῦ ἐπ’ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί , εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον . πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί , πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες . μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον , οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι · μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος , δὲ τοῖσιδε προέχει ἐκείνου · ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι , ταῦτα δὲ εὐτυχίη οἱ ἀπερύκει , ἄπηρος δὲ ἐστί , ἄνουσος , ἀπαθὴς κακῶν , εὔπαις , εὐειδής . εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ , οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις , ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί · πρὶν δ’ ἂν τελευτήσῃ , ἐπισχεῖν , μηδὲ καλέειν κω ὄλβιον ἀλλ’ εὐτυχέα . τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί , ὥσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα , ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται · δὲ ἂν τὰ πλεῖστα ἔχῃ , αὕτη ἀρίστη . ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί · τὸ μὲν γὰρ ἔχει , ἄλλου δὲ ἐνδεές ἐστι ·