1.28 χρόνου δὲ ἐπιγινομένου καὶ κατεστραμμένων σχεδὸν πάντων τῶν ἐντὸς Ἅλυος ποταμοῦ οἰκημένων · πλὴν γὰρ Κιλίκων καὶ Λυκίων τοὺς ἄλλους πάντας ὑπ’ ἑωυτῷ εἶχε καταστρεψάμενος Κροῖσος . εἰσὶ δὲ οἵδε , Λυδοί , Φρύγες , Μυσοί , Μαριανδυνοί , Χάλυβες , Παφλαγόνες , Θρήικες οἱ Θυνοί τε καὶ Βιθυνοί , Κᾶρες , Ἴωνες , Δωριέες , Αἰολέες , Πάμφυλοι κατεστραμμένων δὲ τούτων καὶ προσεπικτωμένου Κροίσου Λυδοῖσι ,
1.29 ἀπικνέονται ἐς Σάρδις ἀκμαζούσας πλούτῳ ἄλλοι τε οἱ πάντες ἐκ τῆς Ἑλλάδος σοφισταί , οἳ τοῦτον τὸν χρόνον ἐτύγχανον ἐόντες , ὡς ἕκαστος αὐτῶν ἀπικνέοιτο , καὶ δὴ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος , ὃς Ἀθηναίοισι νόμους κελεύσασι ποιήσας ἀπεδήμησε ἔτεα δέκα κατά θεωρίης πρόφασιν ἐκπλώσας , ἵνα δὴ μή τινα τῶν νόμων ἀναγκασθῇ , λῦσαι τῶν ἔθετο . αὐτοὶ γὰρ οὐκ οἷοί τε ἦσαν αὐτὸ ποιῆσαι Ἀθηναῖοι · ὁρκίοισι γὰρ μεγάλοισι κατείχοντο δέκα ἔτεα χρήσεσθαι νόμοισι τοὺς ἄν σφι Σόλων θῆται .
1.30 αὐτῶν δὴ ὦν τούτων καὶ τῆς θεωρίης ἐκδημήσας Σόλων εἵνεκεν ἐς Αἴγυπτον ἀπίκετο παρὰ Ἄμασιν καὶ δὴ καὶ ἐς Σάρδις παρὰ Κροῖσον . ἀπικόμενος δὲ ἐξεινίζετο ἐν τοῖσι βασιληίοισι ὑπὸ τοῦ Κροίσου · μετὰ δὲ ἡμέρῃ τρίτῃ τετάρτῃ κελεύσαντος Κροίσου τὸν Σόλωνα θεράποντες περιῆγον κατὰ τοὺς θησαυρούς , καὶ ἐπεδείκνυσαν πάντα ἐόντα μεγάλα τε καὶ ὄλβια .