1.26 πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε Κροῖσος , μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων , ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων , τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν , μέζονα ἐπαιτιώμενος , τοῖσι δὲ αὐτῶν καὶ φαῦλα ἐπιφέρων .
1.27 ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν , τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι . ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην , οἳ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις , οἳ δὲ Πιττακὸν τὸν Μυτιληναῖον , εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα , εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην · ʹ βασιλεῦ , νησιῶται ἵππον συνωνέονται μυρίην , ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι . ʹ Κροῖσον δὲ ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα εἰπεῖν ʹ αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι , ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι . ʹ τὸν δὲ ὑπολαβόντα φάναι ʹ βασιλεῦ , προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ , οἰκότα ἐλπίζων . νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο , ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας , λαβεῖν ἀρώμενοι Λυδούς ἐν θαλάσσῃ , ἵνα ὓπερ τῶν ἐν τῇ ἠπείρῳ οἰκημένων Ἑλλήνων τίσωνταί σε , τοὺς σὺ δουλώσας ἔχεις ; ʹ κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ , προσφυέως γὰρ δόξαι λέγειν , πειθόμενον παύσασθαι τῆς ναυπηγίης . καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο .