1.30 θεησάμενον δέ μιν τὰ πάντα καὶ σκεψάμενον ὥς οἱ κατὰ καιρὸν ἦν , εἴρετο Κροῖσος τάδε . ʹ ξεῖνε Ἀθηναῖε , παρ’ ἡμέας γὰρ περὶ σέο λόγος ἀπῖκται πολλὸς καὶ σοφίης εἵνεκεν τῆς σῆς καὶ πλάνης , ὡς φιλοσοφέων γῆν πολλὴν θεωρίης εἵνεκεν ἐπελήλυθας · νῦν ὦν ἐπειρέσθαι με ἵμερος ἐπῆλθέ σε εἴ τινα ἤδη πάντων εἶδες ὀλβιώτατον . ʹ μὲν ἐλπίζων εἶναι ἀνθρώπων ὀλβιώτατος ταῦτα ἐπειρώτα · Σόλων δὲ οὐδὲν ὑποθωπεύσας ἀλλὰ τῷ ἐόντι χρησάμενος λέγει ʹ βασιλεῦ , Τέλλον Ἀθηναῖον . ʹ ἀποθωμάσας δὲ Κροῖσος τὸ λεχθὲν εἴρετο ἐπιστρεφέως · ʹ κοίῃ δὴ κρίνεις Τέλλον εἶναι ὀλβιώτατον ; ʹ δὲ εἶπε ʹ Τέλλῳ τοῦτο μὲν τῆς πόλιος εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε κἀγαθοί , καί σφι εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα · τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι , ὡς τὰ παρ’ ἡμῖν , τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο · γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι , βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα , καί μιν Ἀθηναῖοι δημοσίῃ τε ἔθαψαν αὐτοῦ τῇ περ ἔπεσε καὶ ἐτίμησαν μεγάλως . ʹ
1.31 ὣς δὲ τὰ κατὰ τὸν Τέλλον προετρέψατο Σόλων τὸν Κροῖσον εἴπας πολλά τε καὶ ὀλβία , ἐπειρώτα τίνα δεύτερον μετ’ ἐκεῖνον ἴδοι , δοκέων πάγχυ δευτερεῖα γῶν οἴσεσθαι . δ’ εἶπε ʹ Κλέοβίν τε καὶ Βίτωνα .