1.24 Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα , ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων . ὡς δὲ ἄρα παρεῖναι αὐτούς , κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος . φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι , ἐπιφανῆναί σφι τὸν Ἀρίονα ὥσπερ ἔχων ἐξεπήδησε · καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι . ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι , καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ , ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος .
1.25 Ἀλυάττης δὲ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ , βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα . ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν , θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων , Γλαύκου τοῦ Χίου ποίημα , ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε .
1.26 τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος Ἀλυάττεω , ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα · ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι . ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ’ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι , ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος . ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος , τότε ἐπολιορκέετο , καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι .