1.24 τοῦτον τὸν Ἀρίονα λέγουσι , τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην , ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι . ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος , πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων . τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα . τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι , χρήματα μὲν σφι προϊέντα , ψυχὴν δὲ παραιτεόμενον . οὔκων δὴ πείθειν αὐτὸν τούτοισι , ἀλλὰ κελεύειν τοὺς πορθμέας αὐτὸν διαχρᾶσθαί μιν , ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ , ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην · ἀπειληθέντα δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι , ἐπειδή σφι οὕτω δοκέοι , περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι · ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι . καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ , ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα . τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην , στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον , τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ . καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον , τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον . ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ , καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός .