1.22 ταῦτα δὲ ἐποίεέ τε καὶ προηγόρευε Θρασύβουλος τῶνδε εἵνεκεν , ὅκως ἂν δὴ κῆρυξ Σαρδιηνὸς ἰδών τε σωρὸν μέγαν σίτου κεχυμένον καὶ τοὺς ἀνθρώπους ἐν εὐπαθείῃσι ἐόντας ἀγγείλῃ Ἀλυάττῃ · τὰ δὴ καὶ ἐγένετο . ὡς γὰρ δὴ ἰδών τε ἐκεῖνα κῆρυξ καὶ εἶπας πρὸς Θρασύβουλον τοῦ Λυδοῦ τὰς ἐντολὰς ἀπῆλθε ἐς τὰς Σάρδις , ὡς ἐγὼ πυνθάνομαι , δι’ οὐδὲν ἄλλο ἐγένετο διαλλαγή . ἐλπίζων γὰρ Ἀλυάττης σιτοδείην τε εἶναι ἰσχυρὴν ἐν τῇ Μιλήτῳ καὶ τὸν λεὼν τετρῦσθαι ἐς τὸ ἔσχατον κακοῦ , ἤκουε τοῦ κήρυκος νοστήσαντος ἐκ τῆς Μιλήτου τοὺς ἐναντίους λόγους ὡς αὐτὸς κατεδόκεε . μετὰ δὲ τε διαλλαγή σφι ἐγένετο ἐπ’ τε ξείνους ἀλλήλοισι εἶναι καὶ συμμάχους , καὶ δύο τε ἀντὶ ἑνὸς νηοὺς τῇ Ἀθηναίῃ οἰκοδόμησε Ἀλυάττης ἐν τῇ Ἀσσησῷ , αὐτός τε ἐκ τῆς νούσου ἀνέστη . κατὰ μέν τὸν πρὸς Μιλησίους τε καὶ Θρασύβουλον πόλεμον Ἀλυάττῃ ὧδε ἔσχε .
1.23 Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας · ἐτυράννευε δὲ Περίανδρος Κορίνθου · τῷ δὴ λέγουσι Κορίνθιοι ʹὁμολογέουσι δέ σφι Λέσβιοἰ ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι , Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον , ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον , καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ .