1.19 τῷ δὲ δυωδεκάτῳ ἔτεϊ ληίου ἐμπιπραμένου ὑπὸ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα · ὡς ἅφθη τάχιστα τὸ λήιον , ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης , ἁφθεὶς δὲ νηὸς κατεκαύθη . καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο , μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε Ἀλυάττης . μακροτέρης δέ οἱ γινομένης τῆς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους , εἴτε δὴ συμβουλεύσαντός τευ , εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τῆς νούσου . τοῖσι δὲ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἔφη χρήσειν πρὶν τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι , τὸν ἐνέπρησαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ .
1.20 Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι · Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι , Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα , πυθόμενον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον , πέμψαντα ἄγγελον κατειπεῖν , ὅκως ἄν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται .
1.21 Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι . Ἀλυάττης δέ , ὡς οἱ ταῦτα ἐξαγγέλθη , αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ . μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν , Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον , καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν , μηχανᾶται τοιάδε · ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός , τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι , ἐπεὰν αὐτὸς σημήνῃ , τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους .