1.17 ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο , οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα , ἔα δὲ κατὰ χώρην ἑστάναι · δὲ τὰ τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε , ἀπαλλάσσετο ὀπίσω . τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον , ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ . τὰς δὲ οἰκίας οὐ κατέβαλλε Λυδὸς τῶνδε εἵνεκα , ὅκως ἔχοιεν ἐνθεῦτεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι , αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων .
1.18 ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα , ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο , ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ . τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης Ἄρδυος ἔτι Λυδῶν ἦρχε , καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν · Σαδυάττης οὗτος γὰρ καὶ τὸν πόλεμον ἦν συνάψας · τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης Σαδυάττεω ἐπολέμεε , ὃς παραδεξάμενος , ὡς καὶ πρότερον μοι δεδήλωται , παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως . τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι . οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον · καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν .