1.15 ἐσέβαλε μέν νυν στρατιὴν καὶ οὗτος ἐπείτε ἦρξε ἔς τε Μίλητον καὶ ἐς Σμύρνην , καὶ Κολοφῶνος τὸ ἄστυ εἷλε · ἀλλ’ οὐδὲν γὰρ μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα , τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες , Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι . οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε , ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον .
1.16 Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης Ἄρδυος , καὶ ἐβασίλευσε ἔτεα δυώδεκα , Σαδυάττεω δὲ Ἀλυάττης . οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι , Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε , Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε , ἐς Κλαζομενάς τε ἐσέβαλε . ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε , ἀλλὰ προσπταίσας μεγάλως · ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε .
1.17 ἐπολέμησε Μιλησίοισι , παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός . ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε · ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός , τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν · ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου .