1.13 ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης . τοσόνδε μέντοι εἶπε Πυθίη , ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω . τούτου τοῦ ἔπεος Λυδοί τε καί οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο , πρὶν δὴ ἐπετελέσθη .
1.14 τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι , Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα , ἀλλ’ ὅσα μὲν ἀργύρου ἀναθήματα , ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι , πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί , κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται . ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ , σταθμὸν ἔχοντες τριήκοντα τάλαντα · ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ θησαυρός , ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος . οὗτος δὲ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα . ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε , ἐόντα ἀξιοθέητον · κεῖται δὲ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες . δὲ χρυσός οὗτος καὶ ἄργυρος τὸν Γύγης ἀνέθηκε , ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην .