1.8 πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται , ἐκ τῶν μανθάνειν δεῖ · ἐν τοῖσι ἓν τόδε ἐστί , σκοπέειν τινὰ τὰ ἑωυτοῦ . ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην , καὶ σέο δέομαι μὴ δέεσθαι ἀνόμων . ʹ
1.9 μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο , ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν , δ’ ἀμείβετο τοῖσιδε . ʹ θάρσεε , Γύγη , καὶ μὴ φοβεῦ μήτε ἐμέ , ὡς σέο πειρώμενος λέγω λόγον τόνδε , μήτε γυναῖκα τὴν ἐμήν , μὴ τὶ τοι ἐξ αὐτῆς γένηται βλάβος . ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ . ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω . μετὰ δ’ ἐμὲ ἐσελθόντα παρέσται καὶ γυνὴ ἐμὴ ἐς κοῖτον . κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος · ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει , καὶ κατ’ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι . ἐπεὰν δέ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνήν κατὰ νώτου τε αὐτῆς γένῃ , σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων . ʹ
1.10 μὲν δὴ ὡς οὐκ ἐδύνατο διαφυγεῖν , ἦν ἕτοιμος · δὲ Κανδαύλης , ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι , ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα . καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ γυνή . ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο Γύγης .