1.10 ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικός ἐς τὴν κοίτην , ὑπεκδὺς ἐχώρεε ἔξω , καὶ γυνὴ ἐπορᾷ μιν ἐξιόντα . μαθοῦσὰ δὲ τὸ ποιηθέν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν , ἐν νοῶ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα . παρὰ γὰρ τοῖσι Λυδοῖσι , σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι καὶ ἄνδρα ὀφθῆναι γυμνόν ἐς αἰσχύνην μεγάλην φέρει .
1.11 τότε μὲν δὴ οὕτω οὐδέν δηλώσασα ἡσυχίην εἶχε . ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε , τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ , ἑτοίμους ποιησαμένη ἐκάλεε τὸν Γύγεα . δὲ οὐδὲν δοκέων αὐτήν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος · ἐώθεε γὰρ καὶ πρόσθε , ὅκως βασίλεια καλέοι , φοιτᾶν . ὡς δὲ Γύγης ἀπίκετο , ἔλεγε γυνὴ τάδε . ʹ νῦν τοί δυῶν ὁδῶν παρεουσέων Γύγη δίδωμί αἵρεσιν , ὁκοτέρην βούλεαι τραπέσθαι . γὰρ Κανδαύλεα ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν , αὐτόν σε αὐτίκα οὕτω ἀποθνήσκειν δεῖ , ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μὴ σε δεῖ . ἀλλ’ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι , σε τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα . ʹ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα , μετὰ δὲ ἱκέτευε μὴ μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν .