1.7 ἦν Κανδαύλης , τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι , τύραννος Σαρδίων , ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος . Ἄγρων μὲν γὰρ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων , Κανδαύλης δὲ Μύρσου ὕστατος . οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοὶ Λυδοῦ τοῦ Ἄτυος , ἀπ’ ὅτευ δῆμος Λύδιος ἐκλήθη πᾶς οὗτος , πρότερον Μηίων καλεόμενος . παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου , ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος , ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια , παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν , μέχρι Κανδαύλεω τοῦ Μύρσου .
1.8 οὗτος δὴ ὦν Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός , ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην . ὥστε δὲ ταῦτα νομίζων , ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης Δασκύλου ἀρεσκόμενος μάλιστα , τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων . χρόνου δὲ οὐ πολλοῦ διελθόντος ʹχρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶσ̓ ἔλεγε πρὸς τὸν Γύγην τοιάδε . ʹ Γύγη , οὐ γὰρ σε δοκέω πείθεσθαι μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός ʹὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν̓ , ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν . ʹ δ’ ἀμβώσας εἶπε ʹ δέσποτα , τίνα λέγεις λόγον οὐκ ὑγιέα , κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν ; ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή .