1.5 ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι · ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἄλλως κως ταῦτα ἐγένετο , τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας , τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου , ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών . τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν , τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε · τὰ δὲ ἐπ’ ἐμεῦ ἦν μεγάλα , πρότερον ἦν σμικρά . τὴν ἀνθρωπηίην ὤν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν , ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως .
1.6 Κροῖσος ἦν Λυδὸς μὲν γένος , παῖς δὲ Ἀλυάττεω , τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ , ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον . οὗτος Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν , τοὺς δὲ φίλους προσεποιήσατο . κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ , φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους . πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι · τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγένετο τῶν πολίων ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή .
1.7 δὲ ἡγεμονίη οὕτω περιῆλθε , ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου , καλεομένους δὲ Μερμνάδας .