8.135 Τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται ὑπὸ Θηβαίων · ἐλθεῖν ἄρα τὸν Εὐρωμέα Μῦν , περιστρωφώμενον πάντα τὰ χρηστήρια , καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ τέμενος . Τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον , ἔστι δὲ Θηβαίων , κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ ἀγχοτάτω Ἀκραιφίης πόλιος . Ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν , ἕπεσθαι δέ οἱ τῶν ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψομένους τὰ θεσπιεῖν ἔμελλε , καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώσσῃ χρᾶν . Καὶ τοὺς μὲν ἑπομένους τῶν Θηβαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης ἀντὶ Ἑλλάδος , οὐδὲ ἔχειν τι χρήσωνται τῷ παρεόντι πρήγματι · τὸν δὲ Εὐρωμέα Μῦν , ἐξαρπάσαντα παρ’ αὐτῶν τὴν ἐφέροντο δέλτον , τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς αὐτὴν , φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν · συγγραψάμενον δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην .