8.133 Οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον , Μαρδόνιος δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε . Ἐνθεῦτεν δὲ ὁρμώμενος ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωμέα γένος , τῷ οὔνομα ἦν Μῦς , ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν τῶν οἷά τε ἦν σφι ἀποπειρήσασθαι . τι μὲν βουλόμενος ἐκμαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο , οὐκ ἔχω φράσαι · οὐ γὰρ ὦν λέγεται · δοκέω δ’ ἔγωγε περὶ τῶν παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι .
8.134 Οὗτος Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον , καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον . Καὶ δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο , τοῦτο μὲν τῷ Ἰσμηνίῳ Ἀπόλλωνι ἐχρήσατο ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἐμπύροισι αὐτόθι χρηστηριάζεσθαι , τοῦτο δὲ ξεῖνόν τινα καὶ οὐ Θηβαῖον χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω . Θηβαίων δὲ οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε · ἐκέλευσέ σφεας Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται ἑλέσθαι τούτων , ἑωυτῷ ἅτε μάντι χρᾶσθαι ἅτε συμμάχῳ , τοῦ ἑτέρου ἀπεχομένους · οἱ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι · διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατακοιμηθῆναι .