8.136 Μαρδόνιος δὲ ἐπιλεξάμενος τι δὴ λέγοντα ἦν τὰ χρηστήρια , μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα , ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην , Ἀμύντεω δὲ θυγατέρα , Βουβάρης ἀνὴρ Πέρσης ἔσχε , ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ἐν τῇ Ἀσίῃ , ἔχων τὸ οὔνομα τὸ τοῦ μητροπάτορος , τῷ δὴ ἐκ βασιλέος τῆς Φρυγίης ἐδόθη Ἀλάβαστρα πόλις μεγάλη νέμεσθαι , ἅμα δὲ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη ἐκεῖ καὶ εὐεργέτης Ἀλέξανδρος ἔπεμπε . Τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε μάλιστα προσκτήσεσθαι , λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον , τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο . Τούτων δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης κρατήσειν , τά περ ἂν καὶ ἦν , πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέσσων · οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔσεσθαι τῶν Ἑλληνικῶν . Τάχα δ’ ἂν καὶ τὰ χρηστήρια ταῦτά οἱ προλέγοι , συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι · τοῖσι δὴ πειθόμενος ἔπεμπε .