8.129 μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάϊστος ἐγεγόνεε · Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες , γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν · ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην . Ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν , ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν τῇ Παλλήνῃ , ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη , ὅση οὐδαμά κω , ὡς οἱ ἐπιχώριοι λέγουσι , πολλάκις γινομένη . Οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο , τοὺς δὲ ἐπισταμένους οἱ Ποτειδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν . Αἴτιον δὲ λέγουσι οἱ Ποτειδαιῆται τῆς τε ῥηχίης καὶ τῆς πλημμυρίδος καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε , ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστείῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης · αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι . Τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον .