8.130 Οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν . δὲ ναυτικὸς Ξέρξεω περιγενόμενος , ὡς προσέμειξε τῇ Ἀσίῃ φεύγων ἐκ Σαλαμῖνος καὶ βασιλέα τε καὶ τὴν στρατιὴν ἐκ Χερσονήσου διεπόρθμευσε ἐς Ἄβυδον , ἐχειμέριζε ἐν Κύμῃ . Ἔαρος δὲ ἐπιλάμψαντος πρώιος συνελέγετο ἐς Σάμον · αἱ δὲ τῶν νεῶν καὶ ἐχειμέρισαν αὐτοῦ . Περσέων δὲ καὶ Μήδων οἱ πλέονες ἐπεβάτευον · στρατηγοὶ δέ σφι ἐπῆλθον Μαρδόντης τε Βαγαίου καὶ Ἀρταΰντης Ἀρταχαίεω · συνῆρχε δὲ τούτοισι καὶ ἀδελφιδέος Ἀρταΰντεω αὐτοῦ προσελομένου , Ἰθαμίτρης . Ἅτε δὲ μεγάλως πληγέντες , οὐ προήισαν ἀνωτέρω τὸ πρὸς ἑσπέρης , οὐδ’ ἐπηνάγκαζε οὐδείς , ἀλλ’ ἐν τῇ Σάμῳ κατήμενοι ἐφύλασσον τὴν Ἰωνίην μὴ ἀποστῇ , νέας ἔχοντες σὺν τῇσι Ἰάσι τριηκοσίας . Οὐ μὲν οὐδὲ προσεδέκοντο τοὺς Ἕλληνας ἐλεύσεσθαι ἐς τὴν Ἰωνίην ἀλλ’ ἀποχρήσειν σφι τὴν ἑωυτῶν φυλάσσειν , σταθμούμενοι ὅτι σφέας οὐκ ἐπεδίωξαν φεύγοντας ἐκ Σαλαμῖνος ἀλλ’ ἄσμενοι ἀπαλλάσσοντο . Κατὰ μέν νυν τὴν θάλασσαν ἑσσωμένοι ἦσαν τῷ θυμῷ , πεζῇ δὲ ἐδόκεον πολλῷ κρατήσειν τὸν Μαρδόνιον · ἐόντες δὲ ἐν Σάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺς πολεμίους ποιέειν , ἅμα δὲ καὶ ὠτακούστεον ὅκῃ πεσέεται τὰ Μαρδονίου πρήγματα . ʹ