8.127 Ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος , καὶ ταύτην ἐπολιόρκεε · εἶχον δὲ αὐτὴν Βοττιαῖοι οἱ ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων . Ἐπεὶ δέ σφεας εἷλε πολιορκέων , κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην , τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ · καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον .
8.128 Ἐξελὼν δὲ ταύτην Ἀρτάβαζος τῇ Ποτειδαίῃ ἐντεταμένως προσεῖχε · προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος τῶν Σκιωναίων στρατηγός , ὅντινα μὲν τρόπον ἀρχὴν ἔγωγε οὐκ ἔχω εἰπεῖν οὐ γὰρ ὦν λέγεται , τέλος μέντοι τοιάδε ἐγίνετο · ὅκως βυβλίον γράψειε Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι Ἀρτάβαζος παρὰ Τιμόξεινον , τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώσαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον . Ἐπάϊστος δὲ ἐγένετο Τιμόξεινος προδιδοὺς τὴν Ποτείδαιαν · τοξεύων γὰρ Ἀρτάβαζος ἐς τὸ συγκείμενον , ἁμαρτὼν τοῦ χωρίου τούτου βάλλει ἀνδρὸς Ποτειδαιήτεω τὸν ὦμον , τὸν δὲ βληθέντα περιέδραμε ὅμιλος , οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ , οἳ αὐτίκα τὸ τόξευμα λαβόντες , ὡς ἔμαθον τὸ βυβλίον , ἔφερον ἐπὶ τοὺς στρατηγούς · παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων συμμαχίη . Τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλέξαι Τιμόξεινον προδοσίῃ τῆς Σκιωναίων πόλιος εἵνεκα , μὴ νομιζοίατο εἶναι Σκιωναῖοι ἐς τὸν μετέπειτα χρόνον αἰεὶ προδόται .