8.125 Ὡς δὲ ἐκ τῆς Λακεδαίμονος ἀπίκετο ἐς τὰς Ἀθήνας , ἐνθαῦτα Τιμόδημος Ἀφιδναῖος , τῶν ἐχθρῶν μὲν τῶν Θεμιστοκλέος ἐών , ἄλλως δὲ οὐ τῶν ἐπιφανέων ἀνδρῶν , φθόνῳ καταμαργέων ἐνείκεε τὸν Θεμιστοκλέα , τὴν ἐς Λακεδαίμονα ἄπιξιν προφέρων , ὡς διὰ τὰς Ἀθήνας ἔχοι τὰ γέρεα τὰ παρὰ Λακεδαιμονίων , ἀλλ’ οὐ δι’ ἑωυτόν . δὲ , ἐπείτε οὐκ ἐπαύετο λέγων ταῦτα Τιμόδημος , εἶπε · ʹ Οὕτω ἔχει τοι · οὔτ’ ἂν ἐγὼ ἐὼν Βελβι ʹ νίτης ἐτιμήθην οὕτω πρὸς Σπαρτιητέων , οὔτ’ ἂν σύ , ʹ ὤνθρωπε , ἐὼν Ἀθηναῖος . ʹ
8.126 Ταῦτα μέν νυν ἐς τοσοῦτο ἐγένετο . Ἀρτάβαζος δὲ Φαρνάκεος , ἀνὴρ ἐν Πέρσῃσι λόγιμος καὶ πρόσθε ἐών , ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενος , ἔχων ἓξ μυριάδας στρατοῦ τοῦ Μαρδόνιος ἐξελέξατο , προέπεμπε βασιλέα μέχρι τοῦ πόρου . Ὡς δὲ μὲν ἦν ἐν τῇ Ἀσίῃ , δὲ ὀπίσω πορευόμενος κατὰ τὴν Παλλήνην ἐγίνετο , ἅτε Μαρδονίου τε χειμερίζοντος περὶ Θεσσαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγων αὐτὸς ἥκειν ἐς τὸ ἄλλο στρατόπεδον , οὐκ ἐδικαίου ἐντυχὼν ἀπεστεῶσι Ποτειδαιήτῃσι μὴ οὐκ ἐξανδραποδίσασθαί σφεας . Οἱ γὰρ Ποτειδαιῆται , ὡς βασιλεὺς παρεξεληλάκεε καὶ ναυτικὸς τοῖσι Πέρσῃσι οἰχώκεε φεύγων ἐκ Σαλαμῖνος , ἐκ τοῦ φανεροῦ ἀπέστασαν ἀπὸ τῶν βαρβάρων · ὣς δὲ καὶ οἱ ἄλλοι οἱ τὴν Παλλήνην ἔχοντες . Ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτείδαιαν .