8.123 Μετὰ δὲ τὴν διαίρεσιν τῆς ληίης ἔπλεον οἱ Ἕλληνες ἐς τὸν Ἰσθμὸν ἀριστήια δώσοντες τῷ ἀξιωτάτῳ γενομένῳ Ἑλλήνων ἀνὰ τὸν πόλεμον τοῦτον . Ὡς δὲ ἀπικόμενοι οἱ στρατηγοὶ διενέμοντο τὰς ψήφους ἐπὶ τοῦ Ποσειδέωνος τῷ βωμῷ , τὸν πρῶτον καὶ τὸν δεύτερον κρινέοντες ἐκ πάντων , ἐνθαῦτα πᾶς τις αὐτῶν ἑωυτῷ ἐτίθετο τὴν ψῆφον , αὐτὸς ἕκαστος δοκέων ἄριστος γενέσθαι · δεύτερα δὲ οἱ πολλοὶ συνεξέπιπτον Θεμιστοκλέα κρίνοντες · οἱ μὲν δὴ ἐμουνοῦντο , Θεμιστοκλέης δὲ δευτερείοισι ὑπερεβάλλετο πολλόν .
8.124 Οὐ βουλομένων δὲ ταῦτα κρίνειν τῶν Ἑλλήνων φθόνῳ , ἀλλ’ ἀποπλεόντων ἑκάστων ἐς τὴν ἑωυτῶν ἀκρίτων , ὅμως Θεμιστοκλέης ἐβώσθη τε καὶ ἐδοξώθη εἶναι ἀνὴρ πολλὸν Ἑλλήνων σοφώτατος ἀνὰ πᾶσαν τὴν Ἑλλάδα . Ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη πρὸς τῶν ἐν Σαλαμῖνι ναυμαχησάντων , αὐτίκα μετὰ ταῦτα ἐς Λακεδαίμονα ἀπίκετο θέλων τιμηθῆναι · καί μιν Λακεδαιμόνιοι καλῶς μὲν ὑπεδέξαντο , μεγάλως δὲ ἐτίμησαν . Ἀριστήια μέν νυν ἔδοσαν ἀνδρηίης μὲν Εὐρυβιάδῃ ἐλαίης στέφανον , σοφίης δὲ καὶ δεξιότητος Θεμιστοκλέϊ , καὶ τούτῳ στέφανον ἐλαίης · ἐδωρήσαντό τέ μιν ὄχῳ τῷ ἐν Σπάρτῃ καλλιστεύοντι · αἰνέσαντες δὲ πολλά , προέπεμψαν ἀπιόντα τριηκόσιοι Σπαρτιητέων λογάδες , οὗτοι οἵ περ Ἱππέες καλέονται , μέχρι οὔρων τῶν Τεγεητικῶν · μοῦνον δὴ τοῦτον πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Σπαρτιῆται προέπεμψαν .