8.121 Οἱ δὲ Ἕλληνες , ἐπείτε οὐκ οἷοί τε ἐγίνοντο ἐξελεῖν τὴν Ἄνδρον , τραπόμενοι ἐς Κάρυστον καὶ δηιώσαντες αὐτῶν τὴν χώρην ἀπαλλάσσοντο ἐς Σαλαμῖνα . Πρῶτα μέν νυν τοῖσι θεοῖσι ἐξεῖλον ἀκροθίνια ἄλλα τε καὶ τριήρεας τρεῖς Φοινίσσας , τὴν μὲν ἐς Ἰσθμὸν ἀναθεῖναι , περ ἔτι καὶ ἐς ἐμὲ ἦν , τὴν δὲ ἐπὶ Σούνιον , τὴν δὲ τῷ Αἴαντι αὐτοῦ ἐς Σαλαμῖνα . Μετὰ δὲ τοῦτο διεδάσαντο τὴν ληίην καὶ τὰ ἀκροθίνια ἀπέπεμψαν ἐς Δελφούς , ἐκ τῶν ἐγένετο ἀνδριὰς ἔχων ἐν τῇ χειρὶ ἀκρωτήριον νεός , ἐὼν μέγαθος δυώδεκα πήχεων · ἕστηκε δὲ οὗτος τῇ περ Μακεδὼν Ἀλέξανδρος χρύσεος .
8.122 Πέμψαντες δὲ ἀκροθίνια οἱ Ἕλληνες ἐς Δελφοὺς ἐπειρώτων τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια . δὲ παρ’ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν , παρὰ Αἰγινητέων δὲ οὔ , ἀλλὰ ἀπαίτεε αὐτοὺς τὰ ἀριστήια τῆς ἐν Σαλαμῖνι ναυμαχίης . Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεσαν ἀστέρας χρυσέους , οἳ ἐπὶ ἱστοῦ χαλκέου ἑστᾶσι τρεῖς ἐπὶ τῆς γωνίης , ἀγχοτάτω τοῦ Κροισείου κρητῆρος .