8.119 Οὗτος δὲ ἄλλος λόγος λέγεται περὶ τοῦ Ξέρξεω νόστου , οὐδαμῶς ἔμοιγε πιστός , οὔτε ἄλλως οὔτε τὸ Περσέων τοῦτο πάθος . Εἰ γὰρ δὴ ταῦτα οὕτω εἰρέθη ἐκ τοῦ κυβερνήτεω πρὸς Ξέρξην , ἐν μυρίῃσι γνώμῃσι μίαν οὐκ ἔχω ἀντίξοον μὴ οὐκ ἂν ποιῆσαι βασιλέα τοιόνδε , τοὺς μὲν ἐκ τοῦ καταστρώματος καταβιβάσαι ἐς κοίλην νέα , ἐόντας Πέρσας καὶ Περσέων τοὺς πρώτους , τῶν δ’ ἐρετέων , ἐόντων Φοινίκων , ὅκως οὐκ ἂν ἴσον πλῆθος τοῖσι Πέρσῃσι ἐξέβαλε ἐς τὴν θάλασσαν . Ἀλλ’ μέν , ὡς καὶ πρότερόν μοι εἴρηται , ὁδῷ χρεώμενος ἅμα τῷ ἄλλῳ στρατῷ ἀπενόστησε ἐς τὴν Ἀσίην .
8.120 Μέγα δὲ καὶ τόδε μαρτύριον · φαίνεται γὰρ Ξέρξης ἐν τῇ ὀπίσω κομιδῇ ἀπικόμενος ἐς Ἄβδηρα καὶ ξεινίην τέ σφι συνθέμενος καὶ δωρησάμενος αὐτοὺς ἀκινάκῃ τε χρυσέῳ καὶ τιήρῃ χρυσοπάστῳ · καί , ὡς αὐτοὶ λέγουσι Ἀβδηρῖται , λέγοντες ἔμοιγε οὐδαμῶς πιστά , πρῶτον ἐλύσατο τὴν ζώνην φεύγων ἐξ Ἀθηνέων ὀπίσω , ὡς ἐν ἀδείῃ ἐών . Τὰ δὲ Ἄβδηρα ἵδρυται πρὸς τοῦ Ἑλλησπόντου μᾶλλον τοῦ Στρυμόνος καὶ τῆς Ἠιόνος , ὅθεν δή μίν φασι ἐπιβῆναι ἐπὶ τὴν νέα . ʹ