8.118 Ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος , ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐς Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο , ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτρέπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον , αὐτὸς δ’ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην . Πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην . Καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι , γεμούσης τῆς νεὸς ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων , ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἔστι σφι σωτηρίη · καὶ τὸν εἶπαι · ʹ Δέσποτα , οὐκ ἔστι οὐδεμία , εἰ μὴ τούτων ἀπαλ ʹ λαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων . ʹ Καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἶπαι · ʹ Ἄνδρες Πέρσαι , νῦν τις ʹ διαδεξάτω ὑμέων βασιλέος κηδόμενος · ἐν ὑμῖν γὰρ ἔοικε ʹ εἶναι ἐμοὶ σωτηρίη . ʹ Τὸν μὲν ταῦτα λέγειν , τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν , καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην . Ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην , ποιῆσαι τοιόνδε · ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν , δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην , ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε , ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ .