8.116 Ἔνθα καὶ τῶν Βισαλτέων βασιλεὺς γῆς τε τῆς Κρηστωνικῆς Θρῆιξ ἔργον ὑπερφυὲς ἐργάσατο · ὃς οὔτε αὐτὸς ἔφη τῷ Ξέρξῃ ἑκὼν εἶναι δουλεύσειν ἀλλ’ οἴχετο ἄνω ἐς τὸ ὄρος τὴν Ῥοδόπην , τοῖσί τε παισὶ ἀπηγόρευε μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα . Οἱ δέ , ἀλογήσαντες ἄλλως σφι θυμὸς ἐγένετο θεήσασθαι τὸν πόλεμον , ἐστρατεύοντο ἅμα τῷ Πέρσῃ · ἐπεὶ δὲ ἀνεχώρησαν ἀσινέες πάντες ἓξ ἐόντες , ἐξώρυξε αὐτῶν πατὴρ τοὺς ὀφθαλμοὺς διὰ τὴν αἰτίην ταύτην ·
8.117 καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν ἔλαβον . Οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον , ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι νηυσὶ διέβησαν ἐς Ἄβυδον · τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι ἐντεταμένας ἀλλ’ ὑπὸ χειμῶνος διαλελυμένας . Ἐνθαῦτα δὲ κατεχόμενοι σιτία τε πλέω κατ’ ὁδὸν ἐλάγχανον , οὐδένα τε κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνῃσκον τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί . Οἱ δὲ λοιποὶ ἅμα Ξέρξῃ ἀπικνέονται ἐς Σάρδις .