8.115 μὲν δὴ δεξάμενος τὸ ῥηθὲν ἀπαλλάσσετο . Ξέρξης δὲ Μαρδόνιον ἐν Θεσσαλίῃ καταλιπὼν αὐτὸς ἐπορεύετο κατὰ τάχος ἐς τὸν Ἑλλήσποντον , καὶ ἀπικνέεται ἐς τὸν πόρον τῆς διαβάσιος ἐν πέντε καὶ τεσσεράκοντα ἡμέρῃσι , ἀπάγων τῆς στρατιῆς οὐδὲν μέρος ὡς εἰπεῖν . Ὅκου δὲ πορευόμενοι γινοίατο καὶ κατ’ οὕστινας ἀνθρώπους , τὸν τούτων καρπὸν ἁρπάζοντες ἐσιτέοντο · εἰ δὲ καρπὸν μηδένα εὕροιεν , οἱ δὲ τὴν ποίην τὴν ἐκ τῆς γῆς ἀναφυομένην · καὶ τῶν δενδρέων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες κατήσθιον , ὁμοίως τῶν τε ἡμέρων καὶ τῶν ἀγρίων , καὶ ἔλειπον οὐδέν · ταῦτα δ’ ἐποίευν ὑπὸ λιμοῦ . Ἐπιλαβὼν δὲ λοιμός τε τὸν στρατὸν καὶ δυσεντερίη κατ’ ὁδὸν ἔφθειρε · τοὺς δὲ καὶ νοσέοντας αὐτῶν κατέλειπε , ἐπιτάσσων τῇσι πόλισι ἵνα ἑκάστοτε γίνοιτο ἐλαύνων μελεδαίνειν τε καὶ τρέφειν , ἐν Θεσσαλίῃ τέ τινας καὶ ἐν Μακεδονίῃ καὶ ἐν Σίρι τῆς Παιονίης . Ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διὸς ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε , ἀπιὼν οὐκ ἀπέλαβε , ἀλλὰ δόντες οἱ Παίονες τοῖσι Θρήιξι ἀπαιτέοντος Ξέρξεω ἔφασαν νεμομένας ἁρπασθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰς πηγὰς τοῦ Στρυμόνος οἰκημένων .