8.114 Ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν τῷ Μαρδόνιός τε τὴν στρατιὴν διέκρινε καὶ Ξέρξης ἦν περὶ Θεσσαλίην , χρηστήριον ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοισι , Ξέρξην αἰτέειν δίκας τοῦ Λεωνίδεω φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεσθαι . Πέμπουσι δὴ κήρυκα τὴν ταχίστην Σπαρτιῆται , ὃς ἐπειδὴ κατέλαβε ἐοῦσαν ἔτι πᾶσαν τὴν στρατιὴν ἐν Θεσσαλίῃ , ἐλθὼν ἐς ὄψιν τὴν Ξέρξεω ἔλεγε τάδε · ʹ βασιλεῦ Μήδων , Λακεδαιμόνιοί τέ σε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Σπάρτης αἰτέουσι φόνου δίκας , ὅτι σφέων τὸν βασιλέα ἀπέκτεινας ῥυόμενον τὴν Ἑλλάδα . ʹ δὲ γελάσας τε καὶ κατασχὼν πολλὸν χρόνον , ὥς οἱ ἐτύγχανε παρεστεὼς Μαρδόνιος , δεικνὺς ἐς τοῦτον εἶπε · ʹ Τοιγάρ σφι Μαρδό ʹ νιος ὅδε δίκας δώσει τοιαύτας οἵας ἐκείνοισι πρέπει . ʹ