8.113 Οἱ δ’ ἀμφὶ Ξέρξην ἐπισχόντες ἡμέρας ὀλίγας μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν . Ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βασιλέα , ἅμα δὲ ἀνωρίην εἶναι τοῦ ἔτεος πολεμέειν , χειμερίσαι τε ἄμεινον εἶναι ἐν Θεσσαλίῃ , καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶσθαι τῆς Πελοποννήσου . Ὡς δὲ ἀπίκατο ἐς τὴν Θεσσαλίην , ἐνθαῦτα Μαρδόνιος ἐξελέγετο πρώτους μὲν τοὺς μυρίους Πέρσας τοὺς Ἀθανάτους καλεομένους , πλὴν Ὑδάρνεος τοῦ στρατηγοῦ οὗτος γὰρ οὐκ ἔφη λείψεσθαι βασιλέος , μετὰ δὲ τῶν ἄλλων Περσέων τοὺς θωρηκοφόρους καὶ τὴν ἵππον τὴν χιλίην , καὶ Μήδους τε καὶ Σάκας καὶ Βακτρίους τε καὶ Ἰνδούς , καὶ τὸν πεζὸν καὶ τὴν ἵππον . Ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο · ἐκ δὲ τῶν ἄλλων συμμάχων ἐξελέγετο κατ’ ὀλίγους , τοῖσι εἴδεά τε ὑπῆρχε διαλέγων καὶ εἰ τέοισί τι χρηστὸν συνῄδεε πεποιημένον . Ἓν δὲ πλεῖστον ἔθνος Πέρσας αἱρέετο , ἄνδρας στρεπτοφόρους τε καὶ ψελιοφόρους , ἐπὶ δὲ Μήδους . Οὗτοι δὲ πλῆθος μὲν οὐκ ἐλάσσονες ἦσαν τῶν Περσέων , ῥώμῃ δὲ ἥσσονες · ὥστε σύμπαντας τριήκοντα μυριάδας γενέσθαι σὺν ἱππεῦσι .