8.112 Θεμιστοκλέης δέ , οὐ γὰρ ἐπαύετο πλεονεκτέων , ἐσπέμπων ἐς τὰς ἄλλας νήσους ἀπειλητηρίους λόγους αἴτεε χρήματα διὰ τῶν αὐτῶν ἀγγέλων Χρεώμενος τοῖσι καὶ πρὸς Ἀνδρίους ἐχρήσατο , λέγων ὡς εἰ μὴ δώσουσι τὸ αἰτεόμενον , ἐπάξει σφι τὴν στρατιὴν τῶν Ἑλλήνων καὶ πολιορκέων ἐξαιρήσει . Λέγων ταῦτα συνέλεγε χρήματα μεγάλα παρὰ Καρυστίων τε καὶ Παρίων , οἳ πυνθανόμενοι τήν τε Ἄνδρον ὡς πολιορκέοιτο διότι ἐμήδισε , καὶ Θεμιστοκλέα ὡς εἴη ἐν αἴνῃ μεγίστῃ τῶν στρατηγῶν , δείσαντες ταῦτα ἔπεμπον χρήματα . Εἰ δὲ δή τινες καὶ ἄλλοι ἔδοσαν νησιωτέων , οὐκ ἔχω εἰπεῖν · δοκέω δέ τινας καὶ ἄλλους δοῦναι καὶ οὐ τούτους μούνους . Καίτοι Καρυστίοισί γε οὐδὲ τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο · Πάριοι δὲ Θεμιστοκλέα χρήμασι ἱλασάμενοι διέφυγον τὸ στράτευμα . Θεμιστοκλέης μέν νυν ἐξ Ἄνδρου ὁρμώμενος χρήματα παρὰ νησιωτέων ἐκτᾶτο λάθρῃ τῶν ἄλλων στρατηγῶν . ʹ