8.111 Οἱ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω . Οἱ δὲ Ἕλληνες , ἐπείτε σφι ἀπέδοξε μήτ’ ἐπιδιώκειν ἔτι προσωτέρω τῶν βαρβάρων τὰς νέας μήτε πλέειν ἐς τὸν Ἑλλήσποντον λύσοντας τὸν πόρον , τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντες . Πρῶτοι γὰρ Ἄνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν , ἀλλὰ προϊσχομένου Θεμιστοκλέος λόγον τόνδε , ὡς ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺς ἔχοντες δύο θεοὺς μεγάλους , Πειθώ τε καὶ Ἀναγκαίην , οὕτω τέ σφι κάρτα δοτέα εἶναι χρήματα , ὑπεκρίναντο πρὸς ταῦτα λέγοντες ὡς κατὰ λόγον ἦσαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονες , εἰ καὶ θεῶν χρηστῶν ἥκοιεν εὖ · ἐπεὶ Ἀνδρίους γε εἶναι γεωπείνας ἐς τὰ μέγιστα ἀνήκοντας , καὶ θεοὺς δύο ἀχρήστους οὐκ ἐκλείπειν σφέων τὴν νῆσον ἀλλ’ αἰεὶ φιλοχωρέειν , Πενίην τε καὶ Ἀμηχανίην , καὶ τούτων τῶν θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα · οὐδέκοτε γὰρ ἂν τῆς ἑωυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δύναμιν εἶναι κρέσσω . Οὗτοι μὲν δὴ ταῦτα ὑποκρινάμενοι καὶ οὐ δόντες τὰ Χρήματα ἐπολιορκέοντο .