8.110 Ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν , αὐτίκα μετὰ ταῦτα Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον , τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέϊ φράσαι · τῶν καὶ Σίκιννος οἰκέτης αὖτις ἐγένετο · οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν , οἱ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ , Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε · ʹ Ἔπεμψέ με Θεμιστοκλέης Νεο ʹ κλέος , στρατηγὸς μὲν Ἀθηναίων , ἀνὴρ δὲ τῶν συμμάχων ʹ πάντων ἄριστος καὶ σοφώτατος , φράσοντά τοι ὅτι ʹ Θεμιστοκλέης Ἀθηναῖος σοὶ βουλόμενος ὑπουργέειν ʹ ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ ʹ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν . Καὶ νῦν κατ’ ʹ ἡσυχίην πολλὴν κομίζεο . ʹ