8.109 Ὡς δὲ ἔμαθε ὅτι οὐ πείσει τούς γε πολλοὺς πλέειν ἐς τὸν Ἑλλήσποντον Θεμιστοκλέης , μεταβαλὼν πρὸς τοὺς Ἀθηναίους οὗτοι γὰρ μάλιστα ἐκπεφευγότων περιημέκτεον ὁρμέατό τε ἐς τὸν Ἑλλήσποντον πλέειν καὶ ἐπὶ σφέων αὐτῶν βαλόμενοι , εἰ οἱ ἄλλοι μὴ βουλοίατο ἔλεγέ σφι τάδε · ʹ Καὶ αὐτὸς ἤδη πολλοῖσι παρεγενόμην καὶ πολλῷ πλέω ʹ ἀκήκοα τοιάδε γενέσθαι , ἄνδρας ἐς ἀναγκαίην ἀπειληθέν ʹ τας νενικημένους ἀναμάχεσθαί τε καὶ ἀναλαμβάνειν τὴν ʹ προτέρην κακότητα . Ἡμεῖς δέ εὕρημα γὰρ εὑρήκαμεν ʹ ἡμέας τε αὐτοὺς καὶ τὴν Ἑλλάδα , νέφος τοσοῦτο ʹ ἀνθρώπων ἀνωσάμενοι μὴ διώκωμεν ἄνδρας φεύγοντας . ʹ Τάδε γὰρ οὐκ ἡμεῖς κατεργασάμεθα , ἀλλὰ θεοί τε καὶ ʹ ἥρωες , οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίης καὶ τῆς ʹ Εὐρώπης βασιλεῦσαι , ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον · ʹ ὃς τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο , ἐμπιπράς ʹ τε καὶ καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα · ὃς καὶ τὴν ʹ θάλασσαν ἀπεμαστίγωσε πέδας τε κατῆκε . Ἀλλ’ , εὖ γὰρ ʹ ἔχει ἐς τὸ παρεὸν ἡμῖν , νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμεί ʹ ναντας ἄμεινον ἔσται ἡμέων τε αὐτῶν ἐπιμεληθῆναι ʹ καὶ τῶν οἰκετέων · καί τις οἰκίην τε ἀναπλασάσθω καὶ ʹ σπόρου ἀνακῶς ἐχέτω , παντελέως ἀπελάσας τὸν βάρβα ʹ ρον . Ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλλησπόντου ʹ καὶ Ἰωνίης . ʹ Ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιήσεσθαι ἐς τὸν Πέρσην , ἵνα , ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος , ἔχῃ ἀποστροφήν · τά περ ὦν καὶ ἐγένετο . Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε , Ἀθηναῖοι δὲ ἐπείθοντο · ἐπειδὴ γὰρ καὶ πρότερον , δεδογμένος εἶναι σοφός , ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος , πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι .