8.108 Ὡς δὲ ἡμέρη ἐγίνετο , ὁρῶντες οἱ Ἕλληνες κατὰ χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον , ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρτέοντό τε ὡς ἀλεξησόμενοι . Ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας οἰχωκυίας , αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν . Τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες μέχρι Ἄνδρου , ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο . Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν Ἑλλήσποντον λύσοντας τὰς γεφύρας · Εὐρυβιάδης δὲ τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο , λέγων ὡς εἰ λύσουσι τὰς σχεδίας , τοῦτ’ ἂν μέγιστον πάντων σφεῖς κακὸν τὴν Ἑλλάδα ἐργασαίατο · εἰ γὰρ ἀναγκασθείη ἀπολαμφθεὶς Πέρσης μένειν ἐν τῇ Εὐρώπῃ , πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν , ὡς ἄγοντι μέν οἱ ἡσυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν πρηγμάτων οὔτε τις κομιδὴ τὸ ὀπίσω φανήσεται , λιμῷ τέ οἱ στρατιὴ διαφθερέεται , ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆσαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα , ἤτοι ἁλισκομένων γε πρὸ τούτου ὁμολογεόντων · τροφήν τε ἕξειν σφέας τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν . Ἀλλὰ δοκέειν γὰρ νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην · ἐατέον ὦν εἶναι φεύγειν , ἐς ἔλθῃ φεύγων ἐς τὴν ἑωυτοῦ · τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε . Ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων τῶν ἄλλων οἱ στρατηγοί .