8.107 Ξέρξης δὲ ὡς τοὺς παῖδας ἐπέτρεψε Ἀρτεμισίῃ ἀπάγειν ἐς Ἔφεσον , καλέσας Μαρδόνιον ἐκέλευσέ μιν τῆς στρατιῆς διαλέγειν τοὺς βούλεται , καὶ ποιέειν τοῖσι λόγοισι τὰ ἔργα πειρώμενον ὅμοια . Ταύτην μὲν τὴν ἡμέρην ἐς τοσοῦτο ἐγίνετο , τῆς δὲ νυκτὸς κελεύσαντος βασιλέος τὰς νέας οἱ στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀνῆγον ὀπίσω ἐς τὸν Ἑλλήσποντον , ὡς τάχεος εἶχε ἕκαστος , διαφυλαξούσας τὰς σχεδίας πορευθῆναι βασιλέϊ . Ἐπεὶ δὲ ἀγχοῦ ἦσαν Ζωστῆρος πλέοντες οἱ βάρβαροι , ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου ταύτης , ἔδοξάν τε νέας εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν · χρόνῳ δὲ μαθόντες ὅτι οὐ νέες εἶεν ἀλλ’ ἄκραι , συλλεχθέντες ἐκομίζοντο .