8.106 Ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι , ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα Ἑρμότιμος ἐς γῆν τῆς Μυσίης , τὴν Χῖοι μὲν νέμονται , Ἀταρνεὺς δὲ καλέεται , εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα . Ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους , πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς δι’ ἐκεῖνον ἔχοι ἀγαθά , δεύτερα δέ οἱ ὑπισχνεόμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει , ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ · ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα . Ὡς δὲ ἅμα πανοικίῃ μιν περιέλαβε , ἔλεγε Ἑρμότιμος τάδε · ʹ πάντων ἀνδρῶν ἤδη μάλιστα ʹ ἀπ’ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε , τί σε ἐγὼ ʹ κακὸν αὐτὸς τῶν ἐμῶν τις σε προγόνων ἐργάσατο , ʹ σὲ τῶν σῶν τινα , ὅτι με ἀντ’ ἀνδρὸς ἐποίησας τὸ ʹ μηδὲν εἶναι ; Ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε ; ʹ Οἵ σε ποιήσαντα ἀνόσια , νόμῳ δικαίῳ χρεώμενοι , ὑπήγα ʹ γον ἐς χεῖρας τὰς ἐμάς , ὥστε σε μὴ μέμψεσθαι τὴν ʹ ἀπ’ ἐμέο τοι ἐσομένην δίκην . ʹ Ὡς δέ οἱ ταῦτα ὠνείδισε , ἀχθέντων τῶν παίδων ἐς ὄψιν , ἠναγκάζετο Πανιώνιος τῶν ἑωυτοῦ παίδων , τεσσέρων ἐόντων , τὰ αἰδοῖα ἀποτάμνειν · ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα · αὐτοῦ τε , ὡς ταῦτα ἐργάσατο , οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον . Πανιώνιον μέν νυν οὕτω περιῆλθε τε τίσις καὶ Ἑρμότιμος . ʹ