8.104 Συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον , γένος μὲν ἐόντα Πηδασέα , φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέϊ · Οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ . Ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι · ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν , τότε ἱρηίη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν . Τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο .
8.105 Ἐκ τούτων δὴ τῶν Πηδασέων Ἑρμότιμος ἦν τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν . Ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος , ἀνὴρ Χῖος , ὃς τὴν ζόην κατεστήσατο ἀπ’ ἔργων ἀνοσιωτάτων · ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους , ἐκταμὼν ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων · παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροί εἰσι οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχέων . Ἄλλους τε δὴ Πανιώνιος ἐξέταμε πολλούς , ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην , καὶ δὴ καὶ τοῦτον . Καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε Ἑρμότιμος , ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετ’ ἄλλων δώρων · χρόνου δὲ προϊόντος , πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ .