8.102 μὲν ταῦτα συνεβουλεύετο , δὲ λέγει τάδε · ʹ Βασιλεῦ , χαλεπὸν μέν ἐστι ʹ συμβουλευομένῳ τυχεῖν τὰ ἄριστα εἴπασαν . Ἐπὶ μέντοι ʹ τοῖσι κατήκουσι πρήγμασι δοκέει μοι αὐτὸν μέν σε ʹ ἀπελαύνειν ὀπίσω , Μαρδόνιον δέ , εἰ ἐθέλει τε καὶ ὑπο ʹ δέκεται ταῦτα ποιήσειν , αὐτοῦ καταλιπεῖν σὺν τοῖσι ʹ ἐθέλει . Τοῦτο μὲν γάρ , ἢν καταστρέψηται τά φησι ʹ θέλειν καί οἱ προχωρήσῃ τὰ νοέων λέγει , σὸν τὸ ἔργον , ʹ δέσποτα , γίνεται · οἱ γὰρ σοὶ δοῦλοι κατεργάσαντο · τοῦτο ʹ δέ , ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται , οὐδε ʹ μία συμφορὴ μεγάλη ἔσται , σέο τε περιεόντος καὶ ἐκεί ʹ νων τῶν πρηγμάτων τῶν περὶ οἶκον τὸν σόν · ἢν γὰρ ʹ σύ τε περιῇς καὶ οἶκος σός , πολλοὺς πολλάκις ἀγῶνας ʹ δραμέονται περὶ σφέων αὐτῶν οἱ Ἕλληνες . Μαρδονίου ʹ δέ , ἤν τι πάθῃ , λόγος οὐδεὶς γίνεται · οὐδέ τι νικῶντες ʹ οἱ Ἕλληνες νικῶσι , δοῦλον σὸν ἀπολέσαντες · σὺ δέ , τῶν ʹ εἵνεκα τὸν στόλον ἐποιήσαο , πυρώσας τὰς Ἀθήνας ʹ ἀπελᾷς . ʹ
8.103 Ἥσθη τε δὴ τῇ συμβουλίῃ Ξέρξης · λέγουσα γὰρ ἐπετύγχανε τά περ αὐτὸς ἐνόεε . Οὐδὲ γὰρ εἰ πάντες καὶ πᾶσαι συνεβούλευον αὐτῷ μένειν , ἔμενε ἂν δοκέειν ἐμοί · οὕτω καταρρωδήκεε . Ἐπαινέσας δὲ τὴν Ἀρτεμισίην , ταύτην μὲν ἀποστέλλει ἄγουσαν αὐτοῦ τοὺς παῖδας ἐς Ἔφεσον · νόθοι γάρ τινες παῖδές οἱ συνείποντο .