8.101 Ταῦτα ἀκούσας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ ἥσθη , πρὸς Μαρδόνιόν τε βουλευσάμενος ἔφη ὑποκρινέεσθαι ὁκότερον ποιήσει τούτων . Ὡς δὲ ἐβουλεύετο ἅμα Περσέων τοῖσι ἐπικλήτοισι , ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐπὶ συμβουλὴν μεταπέμψασθαι , ὅτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ ποιητέα ἦν . Ὡς δὲ ἀπίκετο Ἀρτεμισίη , μεταστησάμενος τοὺς ἄλλους , τούς τε συμβούλους Περσέων καὶ τοὺς δορυφόρους , ἔλεξε Ξέρξης τάδε · ʹ Κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ ʹ πειρᾶσθαι τῆς Πελοποννήσου , λέγων ὥς μοι Πέρσαι τε ʹ καὶ πεζὸς στρατὸς οὐδενὸς μεταίτιοι πάθεός εἰσι , ἀλλὰ ʹ βουλομένοισί σφι γένοιτ’ ἂν ἀπόδεξις . Ἐμὲ ὦν ταῦτα ʹ κελεύει ποιέειν , αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ʹ ἀπολεξάμενος τοῦ στρατοῦ παρασχεῖν μοι τὴν Ἑλλάδα ʹ δεδουλωμένην , αὐτὸν δέ με κελεύει ἀπελαύνειν σὺν τῷ ʹ λοιπῷ στρατῷ ἐς ἤθεα τὰ ἐμά . Σὺ ὦν ἐμοί καὶ γὰρ περὶ ʹ τῆς ναυμαχίης εὖ συνεβούλευσας τῆς γενομένης οὐκ ʹ ἐῶσα ποιέεσθαι νῦν τε συμβούλευσον ὁκότερα ποιέων ʹ ἐπιτύχω εὖ βουλευσάμενος . ʹ