8.100 Καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γινόμενα , μέχρι οὗ Ξέρξης αὐτός σφεα ἀπικόμενος ἔπαυσε . Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον , ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων , φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι κατεργάσασθαι τὴν Ἑλλάδα αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα · πλέον μέντοι ἔφερέ οἱ γνώμη κατεργάσεσθαι τὴν Ἑλλάδα . Λογισάμενος ὦν ταῦτα προσέφερέ οἱ τὸν λόγον τόνδε · ʹ Δέσποτα , μήτε λυπέο μήτε ʹ συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος ʹ εἵνεκα πρήγματος . Οὐ γὰρ ξύλων ἀγὼν τὸ πᾶν φέρων ʹ ἐστὶ ἡμῖν , ἀλλ’ ἀνδρῶν τε καὶ ἵππων . Σοὶ δὲ οὔτε τις ʹ τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀπο ʹ βὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτ’ ἐκ τῆς ἠπεί ʹ ρου τῆσδε οὐδείς · οἵ τε ἡμῖν ἠντιώθησαν , ἔδοσαν δίκας . ʹ Εἰ μέν νυν δοκέει , αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου · ʹ εἰ δὲ καὶ δοκέει ἐπισχεῖν , παρέχει ποιέειν ταῦτα . Μὴ ʹ δὲ δυσθύμεε · οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ ʹ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι ʹ σοὺς δούλους . Μάλιστα μέν νυν ταῦτα ποίεε · εἰ δ’ ἄρα ʹ τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρα ʹ τιήν , ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν · σὺ Πέρσας , ʹ βασιλεῦ , μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι . ʹ Οὐδὲν γὰρ ἐν Πέρσῃσι τέοισι δεδήληταί τοι τῶν ʹ πρηγμάτων , οὐδὲ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί · ʹ εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ ʹ Κίλικες κακοὶ ἐγένοντο , οὐδὲν πρὸς Πέρσας τοῦτο ʹ προσήκει τὸ πάθος . Ἤδη ὦν , ἐπειδὴ οὐ Πέρσαι τοι ʹ αἴτιοί εἰσι , ἐμοὶ πείθεο · εἴ τοι δέδοκται μὴ παραμένειν , ʹ σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ʹ ἀπάγων τὸ πολλόν , ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρα ʹ σχεῖν δεδουλωμένην , τριήκοντα μυριάδας τοῦ στρατοῦ ʹ ἀπολεξάμενον . ʹ