8.99 Τοῦτο τὸ δράμημα τῶν ἵππων καλέουσι Πέρσαι ἀγγαρήιον . μὲν δὴ πρώτη ἐς Σοῦσα ἀγγελίη ἀπικομένη , ὡς ἔχοι Ἀθήνας Ξέρξης , ἔτερψε οὕτω δή τι Περσέων τοὺς ὑπολειφθέντας ὡς τάς τε ὁδοὺς μυρσίνῃ πάσας ἐστόρεσαν καὶ ἐθυμίων θυμιήματα καὶ αὐτοὶ ἦσαν ἐν θαλίῃσί τε καὶ εὐπαθείῃσι · δὲ δευτέρη σφι ἀγγελίη ἐπεσελθοῦσα συνέχεε οὕτω ὥστε τοὺς κιθῶνας κατηρείξαντο πάντες βοῇ τε καὶ οἰμωγῇ ἐχρέωντο ἀπλέτῳ , Μαρδόνιον ἐν αἰτίῃ τιθέντες . Οὐκ οὕτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρσαι ἐποίευν ὡς περὶ αὐτῷ Ξέρξῃ δειμαίνοντες .